Ancient Greek · ~1 min
Fragment 139
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 139
Not analysed yet
Mt 11, 12 Ἡ εἰς Χριστὸν πίστις διὰ τοῦ βαπτίσματος ἡ τοῦ θεοῦ βασιλεία ἐστίν, ἥτις ἤρξατο ἀπὸ τοῦ κηρύγματος Ἰωάννου τοῦ ὑποδεικνύντος τὸν Χριστόν. οἱ δὲ βιαζόμενοί εἰσιν οἱ τῇ εἰδωλολατρίᾳ ἀποταττόμενοι καὶ τῷ παλαιῷ ἔθει.