Ancient Greek · ~2 min
Fragment 14
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 14
Not analysed yet
Mt 2, 20 Οὐκέτι φησίν, φεῦγε, ἀλλὰ πορεύου, ἄνεσιν μετὰ τὸν πειρασμὸν αἰνιττόμενος· τὴν ψυχὴν δὲ τοῦ παιδίου εἰπὼν τὴν δόξαν Ἀπολιναρίου ἀνατρέπει σάρκα λέγοντος εἰληφέναι τὸν κύριον ἄνουν καὶ ἄψυχον. ἐν μέντοι τῇ οἰκονομικῇ τοῦ Χριστοῦ καθόδῳ εἰς Αἴγυπτον καὶ τῇ ἐκεῖθεν αὖθις εἰς Ἰουδαίαν ἀναστροφῇ ἀνακεφαλαιοῦται τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ὁ θεὸς καὶ λυτροῦται αὐτὸν ἐξ ἐπιβουλῆς ἐπὶ τὰ ἴδια πάλιν ἀνάγων.