Ancient Greek · ~1 min
Fragment 13 col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-3
Not analysed yet
Ἀκίνητος ἦν ὁ ἀστὴρ καὶ ἑστηκώς, ἀλλ' οὐ τὸν οὐρανὸν καταλιπὼν πλησίον τῆς γῆς ἐπορεύετο οὐδ' ἐπὶ τῆς οἰκίας ἐστήρικτο· οὐ γὰρ τὴν αὐτὴν κίνησιν τοῖς λοιποῖς ἄστροις ἐποιεῖτο, ἀλλὰ ξένην τινὰ καὶ ἀλλόκοτον.