Ancient Greek · ~2 min
Fragment 143
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 143
Not analysed yet
Mt 11, 18—19 Ὁ μὲν γὰρ Ἰωάννης δι' ἀσκητικοῦ βίου τὰ τῆς σαρκὸς ἐνέκρου πάθη, ὁ δὲ Ἰησοῦς ὡς θεὸς ἐξουσιαστικῷ νόμῳ ταῦτα ἐνέκρου, οὐ μὴν δι' ἀσκητικῶν πόνων βοηθούμενος. καὶ ὁ μὲν Ἰωάννης «κηρύσσων βάπτισμα μετανοίας» τύπος ἦν κατηφείας τοῖς ὀφείλουσιν ἐπὶ τούτῳ πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσσων» τὸ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι' οὗ νῦν τοῖς πιστοῖς ὑπογράφει τὴν ἐσομένην ζωὴν καὶ τὴν ἄπονον χαράν.