Ancient Greek · ~2 min
Fragment 144
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 144
Not analysed yet
Mt 11, 18—19 Ἔπρεπεν Ἰωάννῃ ὡς οἰκέτῃ διὰ τῆς ἄγαν σκληραγωγίας κατανεκρῶσαι τὰ τῆς σαρκὸς πάθη, τῷ δὲ Χριστῷ ὡς ἐλευθέρῳ δυνάμει τῆς θεότητος ἐξουσιαστικῶς τὰ τῆς σαρκὸς νεκροῦν κινήματα καὶ τὸν ἔμφυτον τῆς σαρκὸς νόμον, οὐ μὴν δι' ἀσκητικῶν πόνων εἰς τοῦτο βοηθεῖσθαι. ὅμως Ἰωάννης «βάπτισμα κηρύσσων μετανοίας» τύπον ἑαυτὸν πάρεσχε τοῖς ὀφείλουσι πενθεῖν, ὁ δὲ κύριος «βασιλείαν οὐρανῶν κηρύσσων» εἰκότως τὸ ἀνειμένον καὶ φαιδρὸν ἐν ἑαυτῷ ἐπεδείκνυτο, δι' οὗ τοῖς πιστοῖς ὑπέγραφεν τὴν ἀνέκφραστον χαρὰν καὶ τὴν ἄπονον ζωήν. αὐλὸς γάρ ἐστιν ἡ τῆς βασιλείας τῶν οὐρανῶν ἡδύτης, θρῆνος δὲ τὰ γεέννης ἐπώδυνα.