Ancient Greek
Fragment 146
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 146
Not analysed yet
Mt 11, 27 Κατὰ διαφόρους ἐπινοίας ἡ θεοῦ γνῶσις· κτίστου, ᾗ ἔκτισεν, κριτοῦ <ᾗ ἔκρινε καὶ τὰ ἄλλα. ταῦτα δὲ πάντα φανερά, ᾧ ἂν ὁ υἱὸς> ἀποκαλύψῃ, οὐχ ἑτέρως ὄντι υἱῷ θεοῦ. <τοιγαροῦν> ὃς λαβὼν ἐξουσίαν τέκνον γενέσθαι ὅτε μὲν ἔχει οὐκ ἔγνω, οὐκ ἔχει τὸν πατέρα· ὅτε δὲ γίνεται ἀποκαλύψαντος Ἰησοῦ ὡς ἀδελφῷ γνώσεται.