Ancient Greek
Fragment 147
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 147
Not analysed yet
Mt 11, 27 Ὥσπερ οὖν ὁ πατὴρ λέγεται πεποιηκέναι τὰ πάντα, καίπερ διὰ τοῦ υἱοῦ πάντα ποιῶν, οὕτω καὶ λέγεται τῷ υἱῷ πάντα παραδιδόναι αὐτὸν ἔχων δύναμιν καὶ δι' αὐτοῦ κατάρχων τῶν ὅλων καὶ συνὼν αὐτῷ. πλὴν εἰ καὶ ὡς ἄνθρωπος ἐξουσίαν λαμβάνειν οἰκονομικῶς λέγεται ὡς μὴ πεφυκυίας ἀνθρώπου φύσεως δεσπόζειν, οὐδὲ τοῦτο ἔξω τοῦ εἰκότος.