Ancient Greek · ~4 min
Fragment 149
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 149
Not analysed yet
Mt 11, 28 Ὁ οὖν ἀκούσας τῆς κλήσεως καὶ ἐγγίσας καὶ κολληθεὶς τῷ προστάξαντι, οὗτος ἀναπαύεται. ἀποστάντες, φησίν, τῆς φιλαμαρτήμονος γνώμης καὶ τῆς φιλοσαρκίας καὶ μετατρεπόμενοι ἐπὶ τὰ ἐπαίνου ἄξια πράγματα ἐγγίσατέ μοι, ἵνα γένησθε «θείας κοινωνοὶ φύσεως» καὶ ἁγίου πνεύματος μέτοχοι. πάντας δὲ καλεῖ καὶ οὐ μόνους τοὺς ἐξ Ἰσραὴλ ὡς πάντων δημιουργὸς καὶ κύριος καὶ κοπιῶντας μὲν λέγει τοὺς Ἰουδαίους τοὺς μὴ ἰσχύοντας βαστάσαι τὸν νομικὸν ζυγόν, πεφορτισμένους τοὺς εἰδωλολάτρας τοὺς διὰ τοῦ διαβόλου καταφορτισθέντας καὶ τῷ πλήθει τῶν ἁμαρτιῶν καταβαρυνομένους. ὑμεῖς οὖν, φησίν, ὦ Ἰουδαῖοι, νεύσατε πρὸς τὴν ἀλήθειαν καὶ ἐπίγνωτε ἐμὲ τὸν ὑμέτερον κηδεμόνα καὶ δεσπότην καὶ ἐγγύθεν τῆς προσόδου τὸ κέρδος κομιζόμενοι. ἀπαλλάττω γὰρ ὑμᾶς τῆς ὑπὸ τὸν νόμον δουλείας, ἐν ᾗ πολὺν ὑπομένετε κόπον, οὔτε ῥᾳδίως ἐξανύειν αὐτὸν δυνάμενοι καὶ μέγιστον τῶν ἁμαρτημάτων «τὸ φορτίον» ἑαυτοῖς κατασκευάζοντες, ὅσῳ πλείονα φυλάττειν προσῆκεν ὑμᾶς ἀκόλουθα τῷ νόμῳ διαπραττομένους.