Ancient Greek · ~3 min
Fragment 148
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 148
Not analysed yet
Mt 11, 27 Ὁ ὁρῶν τὸν υἱὸν τὴν τοῦ πατρὸς εἰκόνα ἔχοντα ἐν ἑαυτῷ αὐτὸν ὁρᾷ τὸν πατέρα. ἀποκαλύπτει δὲ τὸν πατέρα ὡς ἐν πρωτοτύπῳ αὐτὸς τῷ πατρὶ φαινόμενος, ὑποφαίνων δὲ ἂν πάλιν ἐν ἰδίᾳ μορφῇ τὸ ἀρχέτυπον. ταῦτα δὲ θεοπρεπῶς νοητέον. ἐπειδὴ δὲ εἶπε πάντα μοι παρεδόθη, ἵνα μὴ δόξῃ ἑτέρας φυλῆς εἶναι καὶ παρὰ τὸν πατέρα ἥττων, ἐπήγαγε τοῦτο, ἵνα δείξῃ τὴν ἑαυτοῦ φύσιν ἀπόρρητον καὶ ἀκατάληπτον οὖσαν ὡς τὴν τοῦ πατρός· μόνη γὰρ ἡ θεία φύσις τῆς τριάδος ἑαυτὴν ἐπιγινώσκει. μόνος ὁ πατὴρ οἶδεν τὸν υἱὸν τὸν ἴδιον τὸν τῆς ἑαυτοῦ φύσεως καρπόν, μόνον τὸ θεῖον γέννημα ἐπιγινώσκει τὸν ἐξ οὗ ἐτέχθη μόνον τὸ ἅγιον πνεῦμα οἶδεν «τὰ βάθη τοῦ θεοῦ», ὅ ἐστι τὰς ἐννοίας τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.