Ancient Greek · ~2 min
Fragment 156
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 156
Not analysed yet
Mt 12, 31—32 Ὅταν τις εἰς ἄνθρωπον ἡμάρτανε, δυνατὸν ἦν ὑπὲρ αὐτοῦ παρακαλέσαι τὸν θεόν, ὅταν δὲ εἰς θεὸν οἱ ἄνθρωποι ἐβλασφήμουν, οὐκ ἐξῆν ὑπὲρ αὐτῶν παρακαλέσαι. πλὴν ἐπειδὴ ὡς ἄνθρωπος ὁρώμενος ὁ τοῦ θεοῦ υἱός, εἰ καὶ φύσει θεὸς ἦν, οὐ πάνυ τι τοῖς ἀσυνέτοις ἐγνωρίζετο, δίδωσιν ἔσθ' ὅτε τοῖς ἐξ ἀγνοίας ἁμαρτάνουσιν εἰς αὐτὸν συγγνώμην, τοῖς δὲ εἰς τὸ πνεῦμα διηνεκῆ λέγει τὴν κόλασιν ἐπάγεσθαι.