Ancient Greek
Fragment 157
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 157
Not analysed yet
Mt 12, 31—32 Πνεῦμα λέγων ὁλόκληρον τὴν τῆς τριάδος θεότητα· πλὴν δίδοται τοῖς μετανοοῦσιν διὰ τῆς τοῦ πνεύματος χάριτος συγγνώμη. ἀλλὰ τὸ μέγεθος θέλων δεῖξαι ὁ Χριστὸς τοῦ ἁμαρτήματος, οὕτως εἶπεν, ἐπεὶ οὐκ ἔστιν ἁμαρτία ἀσυγχώρητος παρὰ θεῷ ἐν τοῖς γνησίως καὶ κατ' ἀξίαν μετανοοῦσιν.