Ancient Greek · ~1 min
Fragment 16
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 16
Not analysed yet
Mt 2, 23 Εἰ δὲ ὁ Ναζωραῖος ἅγιος ἑρμηνεύεται ἢ κατά τινας ἄνθος, εὑρίσκεται τοῦτο παρὰ πολλοῖς τὸ ὄνομα· «ἅγιον» γὰρ «ἁγίων» ὁ Δανιὴλ αὐτὸν ὀνομάζει. καὶ ὁ Ἠσαΐας· «ῥάβδον ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ ἄνθος ἐξ αὐτῆς» καὶ αὐτὸς δὲ ὁ κύριος περὶ ἑαυτοῦ λέγει ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων· «ἐγὼ ἄνθος πεδίου, κρίνον τῶν κοιλάδων».