Ancient Greek · ~1 min
Fragment 15col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-4
Not analysed yet
Ἐν τοῖς ἐσχάτοις τῆς Ἰουδαίας ἔκειτο ἡ Ναζαρέτ. καταλιπὼν δὲ ὁ Χριστὸς τὴν Ἰουδαίαν καὶ ἀπελθὼν εἰς Ναζαρὲτ ἀριδήλως ἐδήλωσεν ὡς Ἰουδαίους καταλείψει καὶ ἐπὶ τὰ ἔθνη μεταβιβάσει τὸ σέβας. ἅμα δὲ καὶ τοῖς φιλομαθέσιν αἰτίαν δώσει τοῦ πιστεῦσαι εἰς αὐτόν.