Ancient Greek · ~2 min
Fragment 161
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 161
Not analysed yet
Mt 12, 39 Πονηροὶ δὲ ὡς τὸ ἐξαίρετον τῆς διανοίας δαπανῶντες οὐ περὶ φιλοθεΐαν, ἀλλὰ περὶ τὸ δρᾶν τι καὶ λέγειν κατὰ θεοῦ. μοιχαλίδα δὲ ἐκάλεσε καὶ τὴν προτέραν καὶ τὴν παροῦσαν ἀπιστίαν δηλῶν· οὔτε γὰρ τῷ πατρὶ ἐπίστευσαν καὶ αὐτοῦ τοῦ Χριστοῦ ἀπέστησαν τοῦ νυμφευσαμένου τὴν ἀνθρωπότητα καὶ μνηστευσαμένου κατὰ τὴν ἀνθρωπότητα διὰ τὸ εἰρημένον· «καὶ μνηστεύσομαί σε ἐμαυτῷ εἰς τὸν αἰῶνα», προσεκολλήθησαν δὲ τῷ σατανᾷ τὸν τῆς νοητῆς πορνείας τρόπον ἀποκαλοῦντες. δείκνυσιν ἑαυτὸν πάλιν τῷ πατρὶ—τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου .