Ancient Greek · ~4 min
Fragment 162
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 162
Not analysed yet
Mt 12, 41 Ὥστε <εἰ> ὡς τύπος Χριστοῦ Ἰωνᾶς λαμβάνεται, οὐ κατὰ πάντα λαμβάνεται, οἷον ἀπεστάλη τοῖς Νινευίταις κηρῦξαι, ἀλλ' ἐζήτησε φυγεῖν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ κατοκνήσας ὁρᾶται πρὸς ἀποστολήν. ἀπέσταλται καὶ παρὰ τοῦ θεοῦ καὶ πατρὸς ὁ υἱὸς κηρύσσων τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἀπρόθυμος ἦν εἰς διακονίαν. παρεκάλει τοὺς συμπλέοντας ὁ προφήτης βαλεῖν αὐτὸν εἰς τὴν θάλασσαν, κατεπόθη δὲ καὶ ὑπὸ κήτους, εἶτα καὶ ἐξεδόθη τριήμερος καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς Νινευὶ καὶ πεπλήρωκε τὴν διακονίαν, λελύπηται δὲ οὐ μετρίως κατοικτείραντος τοῦ θεοῦ τοὺς Νινευίτας. ὑπέστη καὶ ὁ Χριστὸς ἑκὼν τὸν θάνατον, ἔμεινεν ἐν τῇ καρδίᾳ τῆς γῆς, ἀνεβίω τε ἂν καὶ μετὰ τοῦτο ἀπῆλθεν εἰς τὴν Γαλιλαίαν καὶ τοῦ πρὸς τὰ ἔθνη κηρύγματος ἐκέλευε ποιεῖσθαι τὴν ἀρχήν, πλὴν οὐ λελύπηται σῳζομένους ὁρῶν τοὺς κεκλημένους εἰς ἐπίγνωσιν. οὐκοῦν ὥσπερ αἱ μέλιτται λειμῶνας καὶ ἄνθη περιπτάμεναι τὸ χρήσιμον ἀεὶ συναγείρουσιν πρὸς τὴν τῶν κηρίων κατασκευήν, οὕτω χρὴ καὶ ἡμᾶς τὴν θεόπνευστον ἀνερευνωμένους γραφὴν τὸ τελοῦν εἰς διασάφησιν τῶν Χριστοῦ μυστηρίων ἀεὶ συλλέγειν καὶ συνδιατιθέναι καὶ τὸν λόγον ἐπιτελεῖν ἀνεπίπληκτον.