Ancient Greek
Fragment 164
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 164
Not analysed yet
Mt 13, 3 Διὰ τοῦτο ἐν παραβολαῖς λαλεῖ ὁ Χριστός, ἵνα καὶ διὰ τούτων δείξῃ, ὅτι αὐτός ἐστιν ὁ προφητευθείς, περὶ οὗ εἶπεν Δαυίδ· «ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου» καὶ πάλιν· «καὶ ἔσται ὁ ἄνθρωπος κρύπτων τοὺς λόγους αὐτοῦ καὶ κρυβήσεται ὡς ἀφ' ὕδατος φερομένου».