Ancient Greek · ~5 min
Fragment 163
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 163
Not analysed yet
Mt 12, 43—45 Καὶ μάλα εἰκότως· ὅταν γὰρ ἅπαξ τις ἐλευθερωθεὶς τῶν κακῶν μὴ σωφρονισθῇ, πολλῷ χαλεπώτερα πείσεται τῶν προτέρων· διὰ γὰρ τοῦτο εἶπεν· οὐχ εὑρίσκει ἀνάπαυσιν, ἵνα δείξῃ, ὅτι πάντως καὶ ἐξ ἀνάγκης λήψεται τὸν τοιοῦτον ἡ τῶν δαιμόνων ἐπιβουλή· καὶ γὰρ ἀπὸ δύο τούτων τὸν τοιοῦτον σωφρονισθῆναι ἔδει, ἀπό τε τοῦ παθεῖν πρότερον, ἀπό τε τοῦ ἀπαλλαγῆναι. μᾶλλον δὲ καὶ τρίτον πρόσεστιν ἡ τοῦ χείρονα πείσεσθαι ἀπειλή, ἀλλ' ὅμως οὐδενὶ τούτων ἐγένοντο βελτίους. ἦν μὲν αὐτοῖς ἔνοικον τὸ πονηρὸν πνεῦμα καὶ ὅτε ἐν Αἰγύπτῳ ἐθήτευον καὶ τοῖς Αἰγυπτίοις διαζῶντες ἔθεσί τε καὶ νόμοις μεστοὶ ἦσαν πάσης ἀκαθαρσίας. ἐπειδὴ διὰ Μωσέως λελύτρωνται καὶ νόμον ἐσχήκασι παιδαγωγὸν πρὸς τὸ τῆς ἀληθοῦς θεογνωσίας καλοῦντα φῶς, ἀπελήλατο τὸ βέβηλον καὶ ἀκάθαρτον πνεῦμα. ἐπειδὴ δὲ οὐ πεπιστεύκασιν εἰς Χριστόν, πάλιν αὐτοῖς ἐπεδήμησε τὸ δαιμόνιον· εὗρε γὰρ αὐτῶν τὴν καρδίαν γυμνὴν καὶ σχολάζουσαν ἀπὸ πάσης εὐσεβείας καὶ οἱονεὶ σεσαρωμένην καὶ κατῴκησεν ἐν αὐτοῖς· ὥσπερ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ὅταν ἴδῃ καρδίαν ἀνθρώπου σχολάζουσαν ἀπὸ πάσης ἀκαθαρσίας καὶ ἐναυλίζεται καὶ κατοικεῖ καὶ ἐπαναπαύεται ἐν αὐτῷ, οὕτω καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ψυχαῖς ἀνόμων ἐνδιαιτᾶσθαι φιλεῖ.