Ancient Greek · ~2 min
Fragment 178
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 178
Not analysed yet
Mt 14, 20 Τὸ τῶν ἄρτων περισσεῦσαι τὰ κλάσματα πληθύος ἀνδρῶν οὐκ ὀλίγης κατακορεσθείσης πληροφορία σαφὴς ἂν γένοιτο, εἰ τῆς φιλοξενίας τὸ χρῆμα πλουσίαν ἔχει παρὰ θεοῦ τὴν ἀντέκτισιν. ἔξεστι δὲ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυνάμεως ἐνεργήματα. ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ, ἀλλ' ἰδοὺ δὴ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως οἷον ἐξ οὐρανοῦ καθιεὶς αὐτήν· τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ.