Ancient Greek · ~2 min
Fragment 177
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 177
Not analysed yet
Mt 14, 19 Ἵνα διὰ τρόπου παντὸς θεὸς ὢν φύσει ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βραχύ, βλέπει τε εἰς οὐρανὸν οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. ἐποίει δὲ καὶ τοῦτο οἰκονομικῶς δι' ἡμᾶς. ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ πατρὸς εὐλογία. ἵνα δὲ μάθωμεν ἡμεῖς, ὅτι τραπέζης ἀρχόμενοι καὶ μέλλοντες ἄρτους διακλᾶν θεῷ προσάγειν ὀφείλομεν ὑπτίαις ὥσπερ ἐνθέντες χερσὶ καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ' αὐτοὺς καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς.