Ancient Greek · ~1 min
Fragment 180
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 180
Not analysed yet
Mt 14, 23 Εὔχεται δὲ οὐχ ὡς δεόμενος, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος. καὶ μετ' ὀλίγον· ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ δεῖ ἁψικόρως ἔχειν περὶ τούτου, ἀλλ' ὑπομονὴν καὶ προθυμίαν. διδάσκει δὲ καὶ τοῦτο, ὥστε ἐν ᾧ χρεία, ὀφείλομεν τὰ κοινωφελῆ λαλεῖν τοῖς ἐντυγχάνουσιν καὶ μετὰ τὴν τοιαύτην διάλεξιν καὶ διδασκαλίαν ἐπὶ τὴν προσευχὴν χωρεῖν.