Ancient Greek
Fragment 180col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-20
Not analysed yet
Προσεύχεται οὐχ ὡς δεόμενός τινος ὁ θεός, ἀλλ' ὡς ἀρχιερεὺς τὰς ὑπὲρ ἡμῶν ἱκεσίας ποιούμενος, καίτοι καθ' ὃ νοεῖται καί ἐστι θεὸς φύσει αὐτὸς χορηγῶν τοῖς ἁγίοις τὰ αἰτήματα. εὔχεται δὲ ἕως ἑσπέρας, ἵνα δείξῃ, ὅτι οὐ χρὴ ἁψικόρως ἔχειν περὶ αὐτοῦ, ἀλλ' ὑπομονὴν καὶ μακροθυμίαν ἐνδείκνυσθαι. ὁ μὲν οὖν ἀνέβαινεν ἐκεῖσε καὶ προσηύχετο.