Ancient Greek · ~7 min
Fragment 182
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 182
Not analysed yet
Mt 15, 1—6 Προσῄεσάν τινες τῶν Ἰουδαίων καὶ καθιεροῦν ἐσπούδαζον τῷ θεῷ τὰς ἑαυτῶν ψυχάς, ὡς ἐν τύπῳ μὲν ἔτι καὶ σκιᾷ πλὴν κατὰ τὸν νόμον τὰς παρὰ σφῶν αὐτῶν ὁμολογοῦντες τιμὰς τοῖς ἱερᾶσθαι λαχοῦσι καὶ τῷ θείῳ προσεδρεύουσι θυσιαστηρίῳ, ἀλλ' ἦσάν τινες ἐφιέμενοι μὲν τῆς τοιᾶσδε δόξης, τοῦ ἡγιασμένοι εἶναι φημὶ καὶ ἱεροὶ καὶ θεῖον ἀνάθημα, σπάνει δὲ χρημάτων ἀνακόπτοντες τὴν ἐπιθυμίαν. προτρεπόντων δὲ αὐτοὺς ἐπὶ τὸ δεῖν εἶναι πρὸς τοῦτο τῶν Φαρισαίων καὶ γραμματέων —ἐρασιχρήματοι γὰρ οὗτοι λίαν—τὴν εἰς γονέας αἰδῶ προετείνοντο καὶ ἀληθεύοντες ἔλεγον, μόλις δύνασθαι ἑαυτοῖς κἀκείνοις τὰ ζωαρκῆ πορίζεσθαι. οἱ δὲ ἀναπείθειν ἐτόλμων παρ' οὐδὲν ἡγεῖσθαι τὸ χρῆμα διὰ τὸν θεόν, κἂν προσίοιεν οἱ γεγεννηκότες τὴν συνήθη παρ' αὐτῶν ζητοῦντες ἐπικουρίαν, χρῆναι λέγειν ἐδίδασκον τῷ πατρὶ ἢ τῇ μητρί, ὅτι δῶρόν ἐστιν, ὅπερ ἂν ἐξ ἐμοῦ ὠφεληθῇς, τοῦτ' ἔστιν ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, γίνωσκε τὸ θεῖον παραβλάπτων ἀνάθημα καὶ χρήμασιν ἱεροῖς τὰς χεῖρας ἐπάγων· ἀνατέθεικα γὰρ ἐμαυτὸν καὶ ὡς δῶρον ἐπήγγελμαι τῷ θεῷ. οἱ δὲ γονεῖς τὰ ἐκ τῆς ἱεροσυλίας δεδιότες βλάβη καὶ τοὺς ἐπὶ τῷδε νόμους διαπεφρικότες διεκαρτέρουν οἰμώζοντες καὶ τὴν εἰς θεὸν εὐσέβειαν πρόφασιν αὐτοῖς γενέσθαι λιμοῦ διετείνοντο κατακεκραγότες τάχα που καὶ τῆς θείας ἐντολῆς ἀδικούσης αὐτοὺς εἰς τὰ καιριώτατα. διὰ τί τοίνυν, φησίν, ἠκυρώσατε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ἔδει γάρ, ἔδει τιμᾶν τοὺς φύσαντας, οὐ τῆς εἰς θεὸν εὐσεβείας ἕνεκα τὸν ἐπ' αὐτοῖς καταλύειν νόμον. οὐκοῦν οὔτε τῶν τῷ θεῷ πρεπόντων ἀμελητέον διὰ τὰ ἀνθρώπινα οὔτε μὴν εἰς ἅπαν τῶν ἀνθρώπων διὰ τὸν θεὸν καταμελητέον, ἀπονέμοντας δὲ μᾶλλον τὸ τῆς ἀγάπης ἐξαίρετον τῇ πάντων ἀρχῇ, τοῦτ' ἔστιν θεῷ, καθάπερ ἐν τάξει δευτέρᾳ καὶ γείτονι παρακομίζειν εὐθὺς καὶ εἰς τοὺς τῆς γενέσεως ὑπουργοὺς τὰς αὐτοῖς ὅτι μάλιστα πρεπούσας τιμάς.