Ancient Greek · ~2 min
Fragment 183
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 183
Not analysed yet
Mt 15, 4—6 Τοῦ θεοῦ παραγγέλλοντος τιμᾶν τοὺς γονεῖς καὶ κίνδυνον ἀπαρτήσαντος τοῖς παραβαίνουσιν ὑμεῖς παραγγέλλετε τοῖς παισὶ μὴ τιμᾶν τοὺς γονεῖς, εἰ μήπου ἄρα οἱ παῖδες ἐκ φιλοτιμίας τοῦτο θελήσουσιν ποιεῖν, ἀλλ' ἐὰν ὑμᾶς αἰτήσωσί τι, λέγειν πρὸς αὐτούς, ὅπερ ἂν ἐξ ἐμοῦ λάβῃς, ἴσθι τοῦτο ἀποστερῶν τοῦ θεοῦ· εἰς θυσίαν γὰρ αὐτὸ ὑπεσχόμην δοῦναι. καὶ δεῖ μὲν τὸν θεὸν προτιμᾶσθαι τῶν γονέων, χρῆναι δὲ <λέγω> καὶ τὴν εἰς γονέας τιμὴν φυλάττεσθαι ἀπαιτεῖν· οὐ γὰρ διὰ τὸ δοκεῖν προφασίζεσθαι δωροφορεῖν θεῷ ὀφείλουσι πλημμελεῖν εἰς τοὺς ἑαυτῶν γονεῖς.