Ancient Greek · ~3 min
Fragment 192
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 192
Not analysed yet
Mt 16, 18—19 Ἄθρει, ὅπως κύριον ἑαυτὸν ἀποφαίνει συλλήβδην οὐρανοῦ καὶ γῆς· ὑπισχνεῖται γὰρ τὰ ὑπὲρ τὴν φύσιν τὴν καθ' ἡμᾶς, μᾶλλον δὲ καὶ τάξεως τῆς ἀγγελικῆς καὶ ὅσα μόνῃ πρέπει χαρίζεσθαι τῇ ἀνωτάτω πασῶν φύσει τε καὶ δόξῃ· πρῶτον μὲν γάρ φησιν ἑαυτοῦ εἶναι τὴν ἐκκλησίαν καίτοι τῶν ἱερῶν γραμμάτων θεῷ μᾶλλον καὶ οὐδενὶ τῶν ἄλλων ἀφιερούντων «μὴ ἔχουσαν σπίλον ἢ ῥυτίδα», ἣν δὴ καὶ θεμελιοῦν ἐπαγγέλλεται τὸ ἀκατάσειστον αὐτῇ προσνέμων ὡς αὐτὸς ὑπάρχων τῶν δυνάμεων κύριος καὶ ταύτης ποιμένα τὸν Πέτρον ἐφίστησιν. εἶτα ἔφη· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν. ταύτην δὲ τὴν φωνὴν οὐκ ἄγγελος, οὐκ ἄλλη τις λογικὴ δύναμις φθέγξασθαι δύναται, πρέπει δὲ μᾶλλον τῷ πάντων κρατοῦντι θεῷ καὶ ἐξουσίαν ἔχοντι γῆς τε καὶ οὐρανοῦ.