Ancient Greek
Fragment 193
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 193
Not analysed yet
Mt 16, 19 Ὁ τοῦ δώρου καιρὸς εἰς τὸν ἀναστάσεως ὁρῶν καθ' ὃν εἶπεν· «λάβετε πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφέωνται· ἄν τινων κρατῆτε, κεκράτηνται». ἡ δὲ δωρεὰ τῆς πίστεως ἡ δοθεῖσα ἅπασιν ἁρμόζει· διὸ κοινὴν πάντων νοοῦμεν τῶν ἀποστόλων τὴν πίστιν καὶ οὐ μόνου τοῦ Πέτρου.