Ancient Greek · ~3 min
Fragment 195
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 195
Not analysed yet
Mt 16, 24—28 Ἐπεὶ οὔπω τὴν «ἐξ ὕψους δύναμιν» ἐσχηκότας τοὺς μαθητὰς εἰκὸς ἦν τάχα που καὶ ἀνθρωπίναις περιπεσεῖν ἀσθενείαις καί τι τοιοῦτον ἐννενοηκότας εἰπεῖν· πῶς ἀρνήσεταί τις ἑαυτόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὑρήσει αὐτήν; τί δὲ τοῖς τοῦτο παθοῦσιν τὸ ἰσοτιμοῦν γέρας; διὰ τοῦτο, ἵνα τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν τῆς ἐσομένης αὐτοῖς εὐκλείας ἐπιθυμίαν ἐντεκών, φησίν· εἰσίν τινες τῶν ὧδε ἑστηκότων καὶ τὰ ἑξῆς, Πέτρον αἰνιττόμενος καὶ τοὺς υἱοὺς Ζεβεδαίου· οὗτοι γὰρ ἐν τῇ μεταμορφώσει συμπαρελήφθησαν, ἣν καλεῖ βασιλείαν ὡς ἐκφήνασαν τῆς ἐξουσίας τὸ ἄφατον καὶ τῆς πρὸς τὸν πατέρα γνησιότητος τὸ ἀπαράλλακτον· ἐν αὐτῇ δὲ καὶ τῆς δευτέρας παρουσίας τὸ ἀξίωμα καὶ τὸ φρικτὸν ὑπεδήλωσε προοίμιον ταύτην ἐκείνης καὶ οἷον βεβαίωσιν ἐνδειξάμενος. ἥξει γὰρ ἐν δόξῃ τοῦ θεοῦ καὶ πατρός, οὐκ ἐν σμικροπρεπείᾳ τῇ καθ' ἡμᾶς.