Ancient Greek · ~1 min
Fragment 194
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 194
Not analysed yet
Mt 16, 20—21 Ὅτι Ἰησοῦς Χριστός ἐστιν, δείκνυται διὰ τούτου· φησὶν γὰρ τὰ τῆς οἰκονομίας μέλλειν ἃ ἔδει κηρύττεσθαι τελείως μετὰ τούτου εἶναι ***ἵνα Χριστὸν ἐσταυρωμένον ὑπὸ τῶν μαρτυρεῖν δυναμένων ***ἐπεὶ δὲ οὐκ ἐδέχετο «προφήτην <ἀπολέσθαι> ἔξω Ἰερουσαλὴμ» ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ «ἀπολέσας τὴν ψυχὴν αὐτοῦ, εὑρήσει αὐτήν», διὰ τοῦτο εἰς Ἱεροσόλυμα ἄπεισιν.