Ancient Greek
Fragment 113col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-13
Not analysed yet
Δίκαιον γάρ ἐστι πρὸς Ἰουδαίους πρῶτον κηρυχθῆναι τὸν λόγον, ἐπεὶ καὶ πρὸς ἐκείνους αἱ ἐπαγγελίαι πρῶτον, καὶ ὅτι ἐξ αὐτῶν ὁ Χριστὸς τὸ κατὰ σάρκα ἐφάνη. ὅτε δὲ ἠπείθησαν, ἀναγκαῖον ἦν εἰς τὰ ἔθνη χωρῆσαι. συνάπτει δὲ τοῖς ἐξ ἐθνῶν τοὺς Σαμαρείτας ὡς ἐξ ἐθνῶν ὑπάρχοντας καὶ αὐτοὺς καὶ τὴν Ἰουδαίαν οἰκήσαντας.