Ancient Greek
Fragment 165col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-19
Not analysed yet
Τοῖς εὐμαθέσιν ἀνθρώποις καὶ καλῶς διακειμένοις πρὸς παραδοχὴν θείων λόγων ἐνοικισθήσεται τὸ πνεῦμα τὸ ἅγιον αὐξάνον ἐν αὐτοῖς τὰ χαρίσματα, τοῖς δὲ σπινθῆρα φωτὸς κεκτημένοις καὶ τούτου ἀμελήσασι σβεσθήσεται πάντως καὶ ἀρθήσεται ἀπ' αὐτῶν καὶ τὸ σμικρότατον, ὃ πρότερον εἶχον. τοῦτο δὲ Ἰουδαῖοι πεπόνθασι λαβόντες φῶς ἐκ τοῦ νόμου καὶ μὴ πολυπλασιάσαντες, ἀλλὰ καὶ τῆς ἀληθείας ἐλθούσης ἀμβλυωπήσαντες πρὸς αὐτὴν ἀφῃρέθησαν, ὃ ἐκέκτηντο.