Ancient Greek · ~1 min
Fragment 166
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 166
Not analysed yet
Mt 13, 15 Τὸ εἰπεῖν μήποτε ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτοὺς ἐπιτεταμένην ἐμφαίνει δυστροπίαν, πλὴν καὶ ἐπισπωμένου ἐστὶν καὶ ἐρεθίζοντος· δείκνυσι γάρ, ὅτι ἐὰν ἐπιστρέψωσιν, ἰᾶται αὐτούς· διὰ γὰρ τὸ σωθῆναι αὐτοὺς οὕτως λαλεῖ, ἐπεὶ ἔδει αὐτὸν ὅλως μηδὲν λαλῆσαι, ἀλλὰ σιωπᾶν, πλὴν οὐ διὰ τὴν ἰδίαν δόξαν, ἀλλὰ διὰ τὴν αὐτῶν σωτηρίαν πάντα ποιεῖ.