Ancient Greek · ~3 min
Fragment 2col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-2
Not analysed yet
Ἀβραὰμ ἐν ἀκροβυστίᾳ ὢν ἐπίστευσε τῷ θεῷ· εἶτα δεξάμενος τὰς ὑποσχέσεις καὶ περιτμηθεὶς ἀλώβητον τὴν πίστιν διετήρησεν. εἰκότως τοίνυν ἀναχθήσεται τὸ ῥητὸν εἰς ἕτερόν τι θεώρημα περὶ τῆς τοῦ Χριστοῦ ἐκκλησίας τῆς τε ἐκ περιτομῆς καὶ τῆς ἐξ ἐθνῶν· τύπος γὰρ ἦν, ὡς εἰκός, τῶν δύω λαῶν τῶν εἰς Χριστὸν πεπιστευκότων. ἀλλ' ἐκεῖ μὲν προτέρα ἡ ἀκροβυστία τῆς περιτομῆς· φύσεως γὰρ ἔργον ἡ ἀκροβυστία, ἐντολῆς δὲ καὶ νόμου ἡ περιτομή. διὰ τοῦτο ἐκείνη ταύτης προηγήσατο καὶ μετὰ ταῦτα εἰς αὐτὴν ἡ περιτομὴ ἀνακάμπτει, ἐπεὶ καὶ βέλτιόν ἐστι φύσις ἅμα καὶ νόμος ἢ τὸ διεστηκέναι ἀπ' ἀλλήλων χωρίς. ἀλλὰ καὶ Δαβὶδ τύπος ἦν τοῦ Χριστοῦ· τοῦ γὰρ Σαοὺλ ἐκβληθέντος ἀντεισήχθη Δαβίδ. οὕτως καὶ τοῦ Ἀδὰμ διὰ τὴν παρακοὴν τῆς Ἐδὲμ διωχθέντος ὁ δεύτερος ἀντεισήχθη Ἀδὰμ ὡς ἂν πρὸς τὴν ἀρχαίαν τάξιν τὸν Ἀδὰμ τὸν πρῶτον ἀποκαταστήσῃ.