Ancient Greek
Fragment 273col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-27
Not analysed yet
Ἔθος ἦν τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς, εἰ διαπυνθάνοιντό τι τῶν ὅσα ἦν φιλομαθείας μὲν ἔχοντα δόξαν, ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, περιστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα. ἐπειδὴ οὖν τὰ ὑπὲρ αὐτοὺς ἤθελον μανθάνειν οἱ μαθηταί, σκήπτεται χρησίμως τὸ μὴ εἰδέναι καθὸ ἄνθρωπος καί φησι μηδὲ αὐτοὺς εἰδέναι τοὺς κατὰ τὸν οὐρανὸν ἁγίους ἀγγέλους, ἵνα μὴ λυπῶνται ὡς μὴ θαρρηθέντες τὸ μέτριον. καὶ ὅρα πῶς ἠρεμεῖν ἀναπείθει λογισμοῖς οἰκείοις καὶ ἐκδυσωπεῖ, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδὲ αὐτῷ τῷ υἱῷ καθίστατο γνώριμον.