Ancient Greek · ~3 min
Fragment 273
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 273
Not analysed yet
Mt 24, 36 Ἔθος τῷ σωτῆρι Χριστῷ τοιοῦτόν τι δρᾶν ἐπὶ τοῖς ἁγίοις μάλιστα μαθηταῖς, εἰ μὲν διαπυνθάνοιντό τι τῶν ὅσα ἐστὶ φιλομαθείας μὲν ἔχοντα δόξαν ὑψηλοτέρας γε μὴν ἐρεύνης ἀπηλλαγμένα, χαρίζεσθαι τὴν ἀφήγησιν καὶ ἐξακριβοῦν ὅτι μάλιστα πειρᾶσθαι λεπτῶς. εἰ δὲ δή τι βούλοιντο τῶν ἐπέκεινα μέτρου τοῦ κατὰ σφᾶς αὐτοὺς περιττῶς ἀναμαθεῖν, καταστέλλειν ἡσυχῆ καὶ μεταπείθειν εὖ μάλα πολυπραγμονεῖν ἑλέσθαι τὰ πρεπωδέστερα καὶ δρᾶν ἐπὶ τούτων τὰ δι' ὧν ἂν γένοιντο διαφανεῖς καὶ ἐκπρεπεστάτην ἔχοντες τὴν ἐξ ἔργων ἀγαθῶν φαιδρότητα παρὰ θεῷ. ἑλομένους τοιγαροῦν οὐκ οἶδ' ὅπως τὰ ὑπὲρ μέτρον οἰκετικὸν ἐρέσθαι τε καὶ μαθεῖν, ἠρεμεῖν ἀναπείθει λογισμοῖς ἀναγκαίοις ἐκδυσωπῶν, ὅτι μηδὲ ἀγγέλοις ἀπεκάλυψεν ὁ πατὴρ μηδ' αὐτῷ τῷ υἱῷ καθίστησιν γνώριμον, εἴπερ τις εἴη ψιλὸς καὶ κατ' αὐτοὺς ἄνθρωπος ἐπὶ γῆς καὶ οὐκ ἔχων φύσει τὸ εἶναι θεός.