Ancient Greek · ~2 min
Fragment 275col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-28
Not analysed yet
Εἰς δύο τάγματα διαιρεῖ τοὺς ἀνθρώπους ὁ κύριος, εἴς τε τὸ τῶν σῳζομένων καὶ εἰς τὸ τῶν ἀπολλυμένων· καὶ τὸ μὲν τῶν σῳζομένων παραλαμβάνεσθαι λέγει, τοὺς δὲ ἀσεβεῖς ἀφίεσθαι, ὅ ἐστιν ἀποδοκιμάζεσθαι. ταῖς δὲ ἀληθούσαις τοὺς διδασκάλους παρεικάζει ὡς λεπτύνοντας τὰς γραφὰς καὶ εὐπαραδέκτους καὶ εὐνοήτους τοῖς ἀνθρώποις ποιοῦντας· καὶ γὰρ ὁ νόμος μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον κωλύει ἢ ἐπιμύλιον, ὅπως μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδὼν γένηται τοῖς τρεφομένοις. διὸ καὶ αἰνιγματωδῶς ὁ σωτὴρ τοὺς διδασκάλους ὑποσημαίνει.