Ancient Greek · ~3 min
Fragment 275
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 275
Not analysed yet
Mt 24, 40 Ὅρα, ὅτι εἰς δύο τάγματα διαιρεῖ ὁ λόγος τοὺς ἀνθρώπους, εἴς τε τῶν σῳζομένων καὶ τῶν ἀπολλυμένων. καὶ τοὺς μὲν σῳζομένους λέγει παραλαμβάνεσθαι, τοὺς δὲ ἀπολλυμένους ἀφίεσθαι ἤγουν ἀποδοκιμάζεσθαι. ἀγρὸν δὲ νοητέον ὧδε τὸν κόσμον, ἔνθα «ὁ» μὲν «εἰς τὸ πνεῦμα σπείρων θερίζει ζωὴν αἰώνιον, ὁ» δὲ «εἰς τὴν σάρκα, φθοράν». ταῖς δὲ ἀληθούσαις παρεικάζει τοὺς διδασκάλους, οἵτινες τρόπον τινὰ ἀπολεπτύνοντες τὰς γραφικὰς ἐννοίας εὐπαράδεκτα καὶ εὐνόητα τοῖς ἀνθρώποις τὰ θεῖα λόγια προτιθέασιν· καὶ γὰρ νόμος κελεύων μὴ λαμβάνεσθαι εἰς ἐνέχυρον μύλον ἢ ἐπιμύλιον, ἵνα μὴ τὰ τῆς τροφῆς ἐργαλεῖα λαβών τις ἐμποδίσῃ τοῖς τρεφομένοις δι' αὐτῶν, αἰνιγματωδῶς τοὺς διδασκάλους ὑποσημαίνει.