Ancient Greek · ~1 min
Fragment 283col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-30
Not analysed yet
Οἰκοδεσπότης ἐνταῦθά ἐστιν ὁ δεσπότης Χριστὸς ὡς δημιουργὸς πάντων καὶ κύριος. ἀποδημία δὲ αὐτοῦ ἡ εἰς οὐρανοὺς ἀνάβασις. ἔστι δὲ καὶ ἄλλως εἰπεῖν· ὡς γὰρ ἀόρατος τῇ κτίσει ὑπάρχων καὶ ὑφ' ἡμῶν ἁμαρτανόντων μὴ ὁρώμενος ἀποδημῶν λέγεται παρὰ τῇ γραφῇ. ὑπάρχοντα δὲ αὐτοῦ εἰσιν οἱ ἐν ἑκάστῃ χώρᾳ πιστοί.