Ancient Greek · ~5 min
Fragment 283
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 283
Not analysed yet
Mt 25, 14—30 Ἄνθρωπος μὲν οἰκοδεσπότης ὁ τοῦδε τοῦ παντὸς δημιουργός τε καὶ κύριος. ἀποδημίᾳ δὲ παρεικάζει τῆς παραβολῆς ὁ λόγος ἤτοι τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ ἤγουν τὸ ἀφανές τε καὶ ἄποπτον τῆς θείας φύσεως. ὑπάρχοντα δὲ νοητέον θεοῦ τοὺς ἐν ἑκάστῃ χώρᾳ τε καὶ πόλει πιστεύσαντας εἰς αὐτόν. δούλους δὲ αὐτοῦ καλεῖ οὓς κατὰ καιροὺς ὁ Χριστὸς στεφανοῖ τῷ τῆς ἱερωσύνης καυχήματι· ὁ γὰρ θεσπέσιος γράφει Παῦλος· «οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλ' ὁ καλούμενος ὑπὸ τοῦ θεοῦ». τούτοις παραδίδωσιν τοὺς ὑπ' αὐτῷ γεγονότας χάρισμα πνευματικὸν ἑκάστῳ διδούς, ὡς ἂν ἔχῃ γνώμης καὶ ἐπιτηδειότητος. ταύτην εἶναί φαμεν τὴν τῶν ταλάντων διανομὴν οὐκ ἐν ἴσῳ μέτρῳ τοῖς οἰκέταις χορηγουμένων διὰ τὸ τῆς διανοίας ἐξηλλαγμένον. εὐθὺς δὲ ἀπελθόντες εἰργάσαντο, φησίν, τοῦ εὐθὺς ἡμῖν ἐνθάδε σημαίνοντος, ὅτι μελλησμοῦ τινος δίχα πρέποι ἂν ἐργάζεσθαι τὰ θεοῦ. οἵ γε μὴν ὄκνῳ καὶ ἀργίᾳ κατεσχημένοι ἐν ἐσχάτοις ἔσονται κακοῖς. κατέχωσε γάρ, φησίν, τὸ δοθὲν αὐτῷ τάλαντον ἐν τῇ γῇ, τοῦτ' ἔστιν ἄπρακτόν τε καὶ ἑτέροις ἀνωφελὲς ἐν ἑαυτῷ ἐτήρησεν τὸ χάρισμα. ἀφαιρεῖται τοιγαροῦν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ τῷ πλουτοῦντι δοθήσεται· ἀπαναστήσεται γὰρ τῶν τοιούτων τὸ πνεῦμα καὶ τῶν θείων χαρισμάτων ἡ δόσις, τοῖς δὲ φιλεργήσασι πλουσιωτέρα τις ἔσται χαρισμάτων ἐπίδοσις.