Ancient Greek · ~1 min
Fragment 49col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-6
Not analysed yet
Οἶμαι δὲ καὶ τὸ δίχηλον ἐν τῷ νόμῳ τοῦτο σημαίνειν, τὸ διὰ λόγου καὶ πράξεως ὁδεύειν ἡμᾶς καὶ μήτε πράττειν ἀλόγως μήτε λόγον ἔχειν πράξεως χωρίς. εἰ δέ τι ἐκ τῶν τοιούτων εἶναι βούλεται μεμονωμένον, πρᾶξις ἔστω λοιπὸν καὶ μὴ λόγος· λόγος γὰρ ἀχαλίνωτος κατὰ κρημνῶν ὤθησε πολλάκις τοὺς κεκτημένους, πρᾶξις δὲ οὐδέποτε.