Ancient Greek · ~2 min
Fragment 50
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 50
Not analysed yet
Mt 5, 23 Τὸ εἰπεῖν ἐὰν προσφέρῃς τὸ δῶρόν σου καὶ ἑξῆς τοῦτο δηλοῖ, ὅτι τρόπον σωτηρίας καὶ διαφυγὴν τιμωρίας τοῖς ἁμαρτάνουσιν ἐφεῦρεν ὁ θεὸς τὴν μετάγνωσιν, καὶ τὴν τοῦ λελυπημένου θεραπείαν ἀνατροπὴν ἔσεσθαι τιμωρίας φησίν. ἐπειδὴ ὁ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, οὐκ ἀγαπᾷ τὸν κύριον, εἰκότως τὸν ὄντα ἐν λύπῃ τοῦ ἀδελφοῦ οὐ προσδέχεται ὡς μὴ ἀληθῶς αὐτῷ προσιόντα.