Ancient Greek
Fragment 201
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 201
Not analysed yet
Mt 17, 5 Αὐτοῦ προστέταχεν ἀκούειν, ἐπειδήπερ οὐ νομικοῖς ἔτι πείθεσθαι γράμμασιν ἡμᾶς θελητὸν τῷ θεῷ καὶ πατρί, ἀλλ' οὐδὲ ταῖς ἐν τύπῳ σκιαγραφίαις, ἕπεσθαι δὲ μᾶλλον τοῖς διὰ τοῦ σωτῆρος ἡμῖν ἐντεταλμένοις οὐκ ἐξωθουμένων Μωσέως τε καὶ τῶν προφητῶν· συμπαρειστήκεσαν γὰρ καὶ συνελάλουν αὐτῷ, ἵν' ἡ μὲν παράστασις τὴν οἰκετικὴν ἡμῖν σημαίνῃ λειτουργίαν, τὸ δέ γε συλλαλεῖν τὴν εἰς Χριστὸν οἰκειότητα καὶ οἱονεὶ τὴν ταὐτολογίαν.