Ancient Greek · ~2 min
Fragment 202
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 202
Not analysed yet
Mt 17, 6 Ἡ μὲν τοῦ θεοῦ καὶ πατρὸς φωνὴ καλή τε καὶ ἀξιάγαστος, ἀκράτῳ δὲ ἤδη κατεχόμενοι δείματι πίπτουσιν οἱ μαθηταί, ἵνα δὴ πάλιν καὶ διὰ τούτου μάθωμεν, ὡς ἀναγκαιοτάτη τοῖς ἐπὶ γῆς ἡ τοῦ σωτῆρος ἡμῶν ἀναπέφανται μεσιτεία νοουμένη δηλαδὴ κατὰ τὸν τῆς ἐνανθρωπήσεως τρόπον· εἰ μὴ γὰρ γέγονε καθ' ἡμᾶς, τίς ἂν ἡμῶν ἤνεγκεν ἄνω προσβάλλοντα θεὸν καὶ τὴν ἄφατον αὐτοῦ δόξαν οὐδενὶ τάχα τῶν γεννητῶν φορητὴν ἐμφαίνοντα· «φῶς» γὰρ «οἰκεῖν» αὐτὸν «ἀπρόσιτον» καὶ ὁ μακάριος ἔφησε Παῦλος· καὶ πρὸ τούτου ἠνέχθη φωνὴ ἐπὶ τοῦ Ἰορδάνου τοιαύτη καὶ ὄχλος παρῆν.