Ancient Greek · ~3 min
Fragment 205
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 205
Not analysed yet
Mt 17, 15 Εἰ διὰ φυσικὸν αὐτῆς νόμον ἡ σελήνη ἴσχυσεν ἐμποιῆσαί τινι πάθος, διὰ τί μὴ πᾶσιν ἐπιπέμπει τοῦτο τοῖς ἀνθρώποις ὥσπερ πᾶσιν ἐνίησι τὸ ἑαυτῆς φῶς; πάλιν ἐκεῖνο δῆλον, ὅτι εἰς φαῦσιν ἐγένετο ἡ σελήνη, οὐκ εἰς τὸ τεκεῖν δαίμονας. εἰ δὲ ἐκ τῆς ἐνεργείας τῆς φυσικῆς τῆς σελήνης ἐγένετο τοῦτο, ἔδει τοῦ δαιμονίου συντριβέντος καὶ τὴν σελήνην βλαβῆναι, τὴν αἰτίαν τοῦ πάθους. ἀλλ' οὐκ ἔστιν τοῦτο, ἀλλ' οἱ δαίμονες πλανᾶν βουλόμενοι τοὺς ἀνθρώπους τὰ τῶν στοιχείων ἑαυτοῖς περιετίθεσαν ὀνόματα, ἵνα ὡς πονηρὰ τὰ στοιχεῖα διαβάλληται, ὅπερ οὐκ ἔστιν· φύσει γὰρ <τὰ> στοιχεῖα καλὰ μόνοις δουλεύοντα τοῖς δοθεῖσιν αὐτοῖς νόμοις καὶ μὴ ἔχοντα τὸ ἐκ προαιρέσεως ἐξουσιαστικόν.