Ancient Greek
Fragment 204
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 204
Not analysed yet
Mt 17, 14—18 Εἰ καὶ ἔδει τὸν τοῦ δαιμονῶντος πατέρα λυπούμενον ἀπελθεῖν οὐ τετυχηκότα τῆς φιλοτιμίας, ἅτε οὐκ ἀμώμητον ποιησάμενον τὴν πρόσοδον, ἀλλὰ τοῦ χοροῦ τῶν ἀποστόλων καταβοήσαντα καὶ εἰπόντα, μὴ ἰσχῦσαι αὐτοὺς ἐπιτιμῆσαι τῷ δαίμονι, μᾶλλον δὲ αὐτὸν διαβάλλοντα τὸν τῶν δυνάμεων κύριον· ὁ γὰρ λέγων ἀσθενῆσαι πρὸς ἐνέργειαν τὴν κατὰ πνευμάτων ἀκαθάρτων τοὺς παρὰ Χριστοῦ ἐξουσίαν λαβόντας ἐκβάλλειν αὐτά, τῆς χάριτος μᾶλλον κατηγορεῖ, οὐχὶ τῶν λαβόντων αὐτήν. διὰ ταῦτα τοίνυν τὸν ἄπιστον ἐκεῖνον πατέρα καὶ διὰ τοῦτο διεστραμμένον ἐχρῆν κενὸν ἀποπεμφθῆναι. ἀλλ' ἵνα μή τις οἴηται καὶ αὐτὸν ἀτονῆσαι τὸν Χριστὸν πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, «ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι» καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ παῖς ἀπηλλάττετο «καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ»· πρὸ γὰρ τοῦ θεραπευθῆναι οὐκ ἦν τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος.