Ancient Greek · ~3 min
Fragment 209
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 209
Not analysed yet
Mt 17, 22—23 Οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος τοὺς κορυφαίους καὶ ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἐκ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲ ἀπεικὸς ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν καὶ λέγειν· ὁ τοσούτους νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ καὶ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρα ἠπατήθημεν θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, προμηνύει αὐτοῖς τοῦ πάθους τὸ μυστήριον.