Ancient Greek · ~2 min
Fragment 210
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 210
Not analysed yet
Mt 17, 22—23 Συναναμίξας τὸν περὶ τῆς ἀναστάσεως λόγον συναναπλέκει τῇ ἀσθενείᾳ τὴν δύναμιν, τῇ ἀδοξίᾳ τὴν δόξαν, τῇ εὐτελείᾳ τῆς ἀνθρωπότητος τὸ τῆς θεότητος ὑψηλόν· ἀπέθανε γὰρ ὡς ἄνθρωπος, ἀνεβίω ὡς θεός. λυποῦνται δὲ οἱ μαθηταὶ διὰ τὴν πρὸς τὸν Χριστὸν ἀγάπην καίτοι γε προαναγγελθείσης τῆς ἀναστάσεως μετ' οὐ πολύ, ἐπείπερ θερμότερον οἱ ἄνθρωποι λυποῦνται ἀκούοντες τῶν λυπηρῶν καὶ πλείω τούτων αἰσθάνονται ἢ τῶν ἡδίστων.