Ancient Greek · ~3 min
Fragment 221
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 221
Not analysed yet
Mt 19, 29 Ἵνα μή τις οἰηθῇ ἐπὶ μόνων τῶν μαθητῶν ἁρμόζειν τὸ εἰρημένον, ἐπεπλάτυνεν ἐπὶ πάντας τὸν λόγον τοὺς τὰ ὅμοια ποιοῦντας· εἰ γὰρ καὶ μὴ τῶν αὐτῶν τοῖς μαθηταῖς τεύξονται οἱ λοιποί, ἀλλ' οὖν ἕξουσιν ἀντὶ μὲν τῶν κατὰ σάρκα συγγενῶν τὴν πρὸς θεὸν οἰκειότητα καὶ τὴν ἀδελφότητα τὴν πρὸς τοὺς ἁγίους (ἤτοι τοὺς πρεσβυτέρους καὶ πρεσβύτιδας τῆς ἐκκλησίας λέγει, οὓς ἔσχον δι' ἀγάπην ὡς συγγενεῖς, τοὺς κατὰ διάθεσιν ἀγαπητούς, τοὺς πολλῷ μᾶλλον τῶν κατὰ σάρκα συγγενῶν ἀγαπῶντας, παρ' ὧν καὶ χρήματα ἐδέξαντο, ἵνα διοικήσωσιν αὐτὰ ὡς βούλονται, ἀποκειμένων αὐτοῖς καὶ τῶν ἐσομένων ἀγαθῶν), ἀντὶ δὲ τῶν ἀγρῶν τὸν παράδεισον καὶ ἀντὶ οἴκων τῶν ἐκ λίθων τὴν ἄνω Ἰερουσαλήμ, τὴν τῶν πρωτοτόκων μητέρα.