Ancient Greek
Fragment 220
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 220
Not analysed yet
Mt 19, 26 Οὐκ ἂν γένοιτό τις παθῶν ἐλευθέραν εἰς ἅπαν ἔχων ψυχὴν καὶ εἰ σφόδρα τις εἴη τῶν ὅτι μάλιστα φιλοπονωτάτων· «τίς γὰρ καθαρὸς ἀπὸ ῥύπου» κατὰ τὸ γεγραμμένον ἢ «τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν»; εἰ δὲ καὶ ὁ «πταίσας ἐν ἑνί, γέγονε πάντων ἔνοχος» κατὰ τὸν τοῦ καταγνωσθῆναι λόγον, τίς οὐκ ἂν εὐθύνοι τὸ λοιπὸν τὴν ἐφ' ἑνὶ παράβασιν οὐδὲ φυγών; οὐδὲ γὰρ ἂν διαδρῴη τὸ κατὰ νοῦν ἁμαρτεῖν καὶ ὁ σφόδρα νηφάλιος. ὅσον οὖν ἧκεν εἰς ἀνθρωπίνην ἀσθένειαν, οὐδεὶς ὁ σῳζόμενος· ὅσον γε μὴν εἰς τὴν τοῦ διασῴζοντος ἡμερότητα, οὐκ ἀπόγνωστος τὴν σωτηρίαν· οὐ γὰρ πᾶσα ἁμαρτία πρὸς θάνατον.