Ancient Greek · ~1 min
Fragment 222
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 222
Not analysed yet
Mt 19, 29 Οὐ πολλοὺς οὖν ἀνθ' ἑνὸς πατέρας ἢ πολλὰς ἀντὶ μιᾶς μητέρας ἢ ἀγροὺς ἀντὶ ὀλίγων πολλοὺς ἀπολήψεσθαί φησιν, ἀλλ' ὅτι τῶν ἐπιγείων ἁπάντων ἀσυγκρίτοις ὑπεροχαῖς ὑπερκείσεται τὰ οὐράνια καὶ τῶν ἀπολλυμένων ἔσται προτιμότερα τὰ σῳζόμενα.