Ancient Greek · ~2 min
Fragment 228
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 228
Not analysed yet
Mt 21, 1—7 Πρὸ πέντε ἡμερῶν τοῦ σωτηριώδους αὐτοῦ πάθους ἀναπληρῶσαι βουλόμενος καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς περὶ αὐτοῦ εἰρημένας κελεύει τοῖς δυσὶ μαθηταῖς ἀπιέναι εἰς τὸ κωμύδριον τὸ ἀντικρὺ Βηθφαγὴ καὶ Βηθανίαν καὶ ἐνέγκαι τὸν ἀσαλῆ πῶλον αὐτοῦ. ὅτι δὲ ὁ μὲν Ματθαῖος ὄνον καὶ πῶλον ἀγηοχέναι τῷ κυρίῳ λέγει, Λουκᾶς δὲ καὶ Μᾶρκος ἑνὸς μόνου ὑποζυγίου ἀπεμνημόνευσαν, οὐ μάχης τὸ εἰρημένον· τοῦ γὰρ πώλου ἀγομένου κατὰ τὸ κελευσθὲν ὑπὸ τῶν μαθητῶν ἐφήλατο καὶ ἡ ὄνος τῷ αὐτῆς τέκνῳ ἀκολουθοῦσα ὡς φιλόστοργος μήτηρ.