Ancient Greek · ~2 min
Fragment 229
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 229
Not analysed yet
Mt 21, 1—3 Δύο δέ φησιν εἶναι τοὺς μαθητάς, ὅ ἐστιν ἀποστόλους καὶ εὐαγγελιστάς, οἵτινες γεγόνασιν συνεργοὶ καὶ ὑπηρέται Χριστοῦ πρὸς τοῦτο. ἢ καὶ εὐαγγέλους λέγει τοὺς ὑπηρετοῦντας Χριστῷ πρὸς ἡμετέραν λύτρωσιν «ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου». εἰ δὲ ἐρωτήσει ὁ καταδήσας αὐτοὺς ταῖς σειραῖς τῶν ἁμαρτιῶν «τί ποιεῖτε», ἀλλ' οὖν οὐ δυνάμενος ἀντιστῆναι τοῖς τοῦ σωτῆρος λόγοις σιωπήσεται οὐχ ἑκὼν διὰ τὸ ὑπερβάλλον τῆς δυνάμεως· θεία δὲ ἡ κλῆσις ἐν τούτῳ δεδήλωται.